ΕΑΝ   ΘΕΛΕΤΕ

ΕΠΙΣΚΕΦΘΕΙΤΕ

ΤΙΣ ΠΑΡΑΚΑΤΩ 

ΔΗΜΟΣΙΕΥΜΕΝΕΣ ΞΕΝΕΣ ΙΣΤΟΣΕΛΙΔΕΣ

 

Ἡ ἀληθινὴ συγχώρησις

Ἅγιος Ἰωάννης Χρυσόστομος

 

 

 

Λόγος στον Ἐσπερινὸ τῆς συγχωρήσεως

Ἁγίου Λουκᾶ, ἀρχιεπισκόπου Κριμαίας

 

 

 

Ὁ θρῆνος τοῦ Ἀδάμ

Ἁγίου Σιλουανοῦ τοῦ Ἀθωνίτη

 

 

Κυριακή της Τυρινής

 

 

Κοντάκιον

Ἦχος πλ. β’

Αὐτόμελον

Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ, τῶν ἀφρόνων παιδευτά, καὶ πτωχῶν ὑπερασπιστά, στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα. Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρός Λόγος· ἰδοὺ γὰρ τὰ χείλη μου, οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

 

Ὁ Οἶκος

Ἐκάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Ἰδὼν Ἀδὰμ τὸν Ἄγγελον, ὠθήσαντα, καὶ κλείσαντα τὴν τοῦ θείου κήπου θύραν, ἀνεστέναξε μέγα, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Συνάλγησον Παράδεισε, τῷ κτήτορι πτωχεύσαντι, καὶ τῷ ἤχῳ σου τῶν φύλλων, ἱκέτευσον τὸν Πλάστην, μὴ κλείσῃ σε. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε, ὁ δι’ Ἀδὰμ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

 

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ Πρωτοπλάστου Ἀδάμ.

Στίχοι

Κόσμος γενάρχαις πικρὰ συνθρηνησάτω.

Βρώσει γλυκείᾳ, συμπεσὼν πεπτωκόσι.

 

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς τρυφῆς τοῦ Παραδείσου ἡμᾶς καταξίωσον, καὶ ἐλέησον, ὡς μόνος φιλάνθρωπος. Ἀμήν.